Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.8 Dem. 14.12 (English) >>Dem. 14.15

14.10τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι· 14.11ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ. 14.12καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι; ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δʼ οὐ προορᾶν, πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλʼ οὔπω μείζων ἔσθʼ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλʼ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες. 14.13τότε δʼ, ἂν ἄρʼ νῦν οἰόμεθʼ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δʼ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι. οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητʼ ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερʼ αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.8 Dem. 14.12 (English) >>Dem. 14.15

Powered by PhiloLogic